Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.348 Joseph. AJ 5.353 (English) >>Joseph. AJ 5.358

5.351τὸ συμφέρον αὐτοῖς ἠγάπησε.” ταῦτα βιασάμενος ὅρκοις εἰπεῖν αὐτῷ τὸν προφήτην Ἠλίς, οὐ γὰρ ἐβούλετο λυπεῖν αὐτὸν λέγων, ἔτι μᾶλλον βεβαιοτέραν εἶχε τὴν προσδοκίαν τῆς τῶν τέκνων ἀπωλείας. Σαμουήλου δὲ ηὔξετο ἐπὶ πλέον δόξα πάντων ὧν προεφήτευσεν ἀληθινῶν βλεπομένων. 5.352

Κατὰ τοῦτον δὴ τὸν καιρὸν καὶ Παλαιστῖνοι στρατεύσαντες ἐπὶ τοὺς Ἰσραηλίτας στρατοπεδεύονται κατὰ πόλιν Ἀμφεκᾶν, δεξαμένων δʼ ἐξ ὀλίγου τῶν Ἰσραηλιτῶν συνῄεσαν εἰς τὴν ἐχομένην καὶ νικῶσιν οἱ Παλαιστῖνοι καὶ κτείνουσι μὲν τῶν Ἑβραίων εἰς τετρακισχιλίους, τὸ δὲ λοιπὸν πλῆθος συνδιώκουσιν εἰς τὸ στρατόπεδον. 5.353

Δείσαντες δὲ περὶ τῶν ὅλων Ἑβραῖοι πέμπουσιν ὡς τὴν γερουσίαν καὶ τὸν ἀρχιερέα τὴν κιβωτὸν τοῦ θεοῦ κελεύοντες κομίζειν, ἵνα παρούσης αὐτῆς παρατασσόμενοι κρατῶσι τῶν πολεμίων ἀγνοοῦντες, ὅτι μείζων ἐστὶν καταψηφισάμενος αὐτῶν τὴν συμφορὰν τῆς κιβωτοῦ, διʼ ὃν καὶ ταύτην συνέβαινεν εἶναι. 5.354παρῆν τε οὖν κιβωτὸς καὶ οἱ τοῦ ἀρχιερέως υἱεῖς τοῦ πατρὸς αὐτοῖς ἐπιστείλαντος, εἰ ληφθείσης τῆς κιβωτοῦ ζῆν ἐθέλουσιν, εἰς ὄψιν αὐτῷ μὴ παραγίνεσθαι. Φινεέσης δὲ ἤδη καὶ ἱερᾶτο τοῦ πατρὸς αὐτῷ παρακεχωρηκότος διὰ τὸ γῆρας. 5.355θάρσος οὖν ἐπιγίνεται πολὺ τοῖς Ἑβραίοις ὡς διὰ τὴν ἄφιξιν τῆς κιβωτοῦ περιεσομένοις τῶν πολεμίων, κατεπλήττοντο δὲ οἱ πολέμιοι δεδιότες τὴν παρουσίαν τῆς κιβωτοῦ τοῖς Ἰσραηλίταις. ταῖς μέντοι γε ἑκατέρων προσδοκίαις οὐχ ὅμοιον ἀπήντησε τὸ ἔργον,



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.348 Joseph. AJ 5.353 (English) >>Joseph. AJ 5.358

Powered by PhiloLogic